Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.91.6 | Hdt. 2.92.4 (English) | >>Hdt. 2.93.2 |
2.92.1
ταῦτα μὲν πάντα οἱ κατύπερθε τῶν ἑλέων οἰκέοντες Αἰγύπτιοι νομίζουσι · οἱ δὲ δὴ ἐν τοῖσι ἕλεσι κατοικημένοι τοῖσι μὲν αὐτοῖσι νόμοισι χρέωνται τοῖσι καὶ οἱ ἄλλοι Αἰγύπτιοι , καὶ τὰ ἄλλα καὶ γυναικὶ μιῇ ἕκαστος αὐτῶν συνοικέει κατά περ Ἕλληνες , ἀτὰρ πρὸς εὐτελείην τῶν σιτίων τάδε σφι ἄλλα ἐξεύρηται .
2.92.2 ἐπεὰν πλήρης γένηται ὁ ποταμὸς καὶ τὰ πεδία πελαγίσῃ , φύεται ἐν τῷ ὕδατι κρίνεα πολλά , τὰ Αἰγύπτιοι καλέουσι λωτόν · ταῦτʼ ἐπεὰν δρέψωσι αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα τὸ ἐκ μέσου τοῦ λωτοῦ , τῇ μήκωνι ἐὸν ἐμφερές , πτίσαντες ποιεῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί .
2.92.3 ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ λωτοῦ τούτου ἐδωδίμη καὶ ἐγγλύσσει ἐπιεικέως , ἐὸν στρογγύλον , μέγαθος κατὰ μῆλον .
2.92.4 ἔστι δὲ καὶ ἄλλα κρίνεα ῥόδοισι ἐμφερέα , ἐν τῷ ποταμῷ γινόμενα καὶ ταῦτα , ἐξ ὧν ὁ καρπὸς ἐν ἄλλῃ κάλυκι παραφυομένῃ ἐκ τῆς ῥίζης γίνεται , κηρίῳ σφηκῶν ἰδέην ὁμοιότατον · ἐν τούτῳ τρωκτὰ ὅσον τε πυρὴν ἐλαίης ἐγγίνεται συχνά , τρώγεται δὲ καὶ ἁπαλὰ ταῦτα καὶ αὖα .
2.92.5 τὴν δὲ βύβλον τὴν ἐπέτειον γινομένην ἐπεὰν ἀνασπάσωσι ἐκ τῶν ἑλέων , τὰ μὲν ἄνω αὐτῆς ἀποτάμνοντες ἐς ἄλλο τι τρέπουσι , τὸ δὲ κάτω λελειμμένον ὅσον τε ἐπὶ πῆχυν τρώγουσι καὶ πωλέουσι · note οἳ δὲ ἂν καὶ κάρτα βούλωνται χρηστῇ τῇ βύβλῳ χρᾶσθαι , ἐν κλιβάνῳ διαφανέι πνίξαντες οὕτω τρώγουσι . οἱ δέ τινες αὐτῶν ζῶσι ἀπὸ τῶν ἰχθύων μοῦνον , τοὺς ἐπεὰν λάβωσι καὶ ἐξέλωσι τὴν κοιλίην , αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα αὔους ἐόντας σιτέονται .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.91.6 | Hdt. 2.92.4 (English) | >>Hdt. 2.93.2 |